Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. πόλιν διημάθυνεν Ἀργεῖον δάκος,
  2. ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς,
  3. πήδημʼ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·
  4. ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
  5. ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.
  6. θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·
  7. τὰ δʼ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων,
  8. καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μʼ ἔχεις.
  9. παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,