Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. σαφέστατʼ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ
  2. μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
Χορός
  1. δέκατον μὲν ἔτος τόδʼ ἐπεὶ Πριάμου
  2. μέγας ἀντίδικος,
  3. Μενέλαος ἄναξ ἠδʼ Ἀγαμέμνων,
  4. διθρόνου Διόθεν καὶ δισκήπτρου
  5. τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
  6. στόλον Ἀργείων χιλιοναύτην,
  7. τῆσδʼ ἀπὸ χώρας