Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἐγὼ δʼ ἀκούσας πιστά σου τεκμήρια
- θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
- χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
- ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
- μεγάλων κόσμων κτεάτειρα,
- ἥτʼ ἐπὶ Τροίας πύργοις ἔβαλες
- στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
- μήτʼ οὖν νεαρῶν τινʼ ὑπερτελέσαι
- μέγα δουλείας