Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
  2. οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
  3. ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
  4. παῖδες γερόντων οὐκέτʼ ἐξ ἐλευθέρου
  5. δέρης ἀποιμώζουσι φιλτάτων μόρον·
  6. τοὺς δʼ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
  7. νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
  8. τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
  9. ἀλλʼ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.