Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἴσον δὲ τῷ προστένειν.
- τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
- πέλοιτο δʼ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς
- θέλει τόδʼ ἄγχιστον Ἀ-
- πίας γαίας μονόφρουρον ἕρκος.
- ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·
- δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
- γυναῖκʼ ἐρημωθέντος ἄρσενος θρόνου.
- σὺ δʼ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη