Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τὰ δʼ ἔνθεν οὔτʼ εἶδον οὔτʼ ἐννέπω·
  2. τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
  3. Δίκα δὲ τοῖς μὲν παθοῦσ-
  4. ιν μαθεῖν ἐπιρρέπει·
  5. τὸ μέλλον δʼ, ἐπεὶ γένοιτʼ, ἂν κλύοις· πρὸ χαιρέτω·
  6. ἴσον δὲ τῷ προστένειν.
  7. τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
  8. πέλοιτο δʼ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς
  9. θέλει τόδʼ ἄγχιστον Ἀ-
  10. πίας γαίας μονόφρουρον ἕρκος.
Χορός
  1. ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·
  2. δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
  3. γυναῖκʼ ἐρημωθέντος ἄρσενος θρόνου.
  4. σὺ δʼ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
  5. εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
  6. κλύοιμʼ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.
Κλυταιμήστρα
  1. εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
  2. ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
  3. πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·
  4. Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.