Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- νῦν δʼ εὐτυχὴς γένοιτʼ ἀπαλλαγὴ πόνων
- εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
- ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον
- φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
- πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.
- ἰοὺ ἰού.
- Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς
- εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
- ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι