Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. οὐκ ἂν Ἀργείων τόδʼ εἴη, φῶτα προσσαίνειν κακόν.
Αἴγισθος
  1. ἀλλʼ ἐγώ σʼ ἐν ὑστέραισιν ἡμέραις μέτειμʼ ἔτι.
Χορός
  1. οὔκ, ἐὰν δαίμων, Ὀρέστην δεῦρʼ ἀπευθύνῃ μολεῖν.
Αἴγισθος
  1. οἶδʼ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.
Χορός
  1. πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.
Αἴγισθος
  1. ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.
Χορός
  1. κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.
Κλυταιμήστρα
  1. μὴ προτιμήσῃς ματαίων τῶνδʼ ὑλαγμάτων· ἐγὼ
  2. καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων καλῶς.