Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.
- καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
- τλήμων Θυέστης μοῖραν ηὕρετʼ ἀσφαλῆ,
- τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,
- αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατὴρ
- Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως, πατρὶ
- τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
- δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.
- τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας