Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. μηδὲ δεμνιοτήρης,
  2. μόλοι τὸν αἰεὶ φέρουσʼ ἐν ἡμῖν
  3. Μοῖρʼ ἀτέλευτον ὕπνον, δαμέντος
  4. φύλακος εὐμενεστάτου καὶ
  5. πολλὰ τλάντος γυναικὸς διαί·
  6. πρὸς γυναικὸς δʼ ἀπέφθισεν βίον.
Χορός
  1. ἰὼ ἰὼ παράνους Ἑλένα
  2. μία τὰς πολλάς, τάς πάνυ πολλὰς
  3. ψυχὰς ὀλέσασʼ ὑπὸ Τροίᾳ.