Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἕστηκα δʼ ἔνθʼ ἔπαισʼ ἐπʼ ἐξειργασμένοις.
  2. οὕτω δʼ ἔπραξα, καὶ τάδʼ οὐκ ἀρνήσομαι·
  3. ὡς μήτε φεύγειν μήτʼ ἀμύνεσθαι μόρον,
  4. ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,
  5. περιστιχίζω, πλοῦτον εἵματος κακόν.
  6. παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοιν
  7. μεθῆκεν αὑτοῦ κῶλα· καὶ πεπτωκότι
  8. τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς
  9. Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν.