Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;
Κασάνδρα
  1. οὐκ ἔστʼ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.
Χορός
  1. ὁ δʼ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται,
Κασάνδρα
  1. ἥκει τόδʼ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.
Χορός
  1. ἀλλʼ ἴσθι τλήμων οὖσʼ ἀπʼ εὐτόλμου φρενός.
Κασάνδρα
  1. οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.
Χορός
  1. ἀλλʼ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.
Κασάνδρα
  1. ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.
Χορός
  1. τί δʼ ἐστὶ χρῆμα; τίς σʼ ἀποστρέφει φόβος;