Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- θύουσαν Ἅιδου μητέρʼ ἄσπονδόν τʼ Ἄρη
- φίλοις πνέουσαν; ὡς δʼ ἐπωλολύξατο
- ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,
- δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
- καὶ τῶνδʼ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
- τὸ μέλλον ἥξει. καὶ σύ μʼ ἐν τάχει παρὼν
- ἄγαν γʼ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.
- τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
- ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μʼ ἔχει