Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
- νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
- παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
- χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
- σὺν ἐντέροις τε σπλάγχνʼ, ἐποίκτιστον γέμος,
- πρέπουσʼ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
- ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ
- λέοντʼ ἄναλκιν ἐν λέχει στρωφώμενον
- οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ