Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- παιώνιον γένοιτο; θαυμάζω δέ σου,
- πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
- κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.
- μάντις μʼ Ἀπόλλων τῷδʼ ἐπέστησεν τέλει.
- μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;
- προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.
- ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.
- ἀλλʼ ἦν παλαιστὴς κάρτʼ ἐμοὶ πνέων χάριν.
- ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;