Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ξύμφρονα ταγάν,
- πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
- θούριος ὄρνις Τευκρίδʼ ἐπʼ αἶαν,
- οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-
- ῶν ὁ κελαινός, ὅ τʼ ἐξόπιν ἀργᾶς,
- φανέντες ἴ-
- κταρ μελάθρων χερὸς ἐκ δοριπάλτου
- παμπρέπτοις ἐν ἕδραισιν,
- βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν,