Agamemnon
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- οὔτοι θυραίᾳ τῇδʼ ἐμοὶ σχολὴ πάρα
- τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
- ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος,
- ὡς οὔποτʼ ἐλπίσασι τήνδʼ ἕξειν χάριν.
- σὺ δʼ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
- εἰ δʼ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον,
- σὺ δʼ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.
- ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
- δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.