Agamemnon

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
  2. δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας·
  3. ἔκβαινʼ ἀπήνης τῆσδε, μηδʼ ὑπερφρόνει.
  4. καὶ παῖδα γάρ τοί φασιν Ἀλκμήνης ποτὲ
  5. πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
  6. εἰ δʼ οὖν ἀνάγκη τῆσδʼ ἐπιρρέποι τύχης,
  7. ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
  8. οἳ δʼ οὔποτʼ ἐλπίσαντες ἤμησαν καλῶς,
  9. ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.