Agamemnon

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. λέγοιμ᾽ ἂν φρόνημα μὲν
  2. νηνέμου γαλάνας,
  3. ἀκασκαῖον <δ᾽>[*](δ᾽ add. Porson) ἄγαλμα πλούτου,
  4. μαλθακὸν ὀμμάτων βέλος,
  5. δηξίθυμον ἔρωτος ἄνθος.
  6. παρακλίνασ᾽ ἐπέκρανεν
  7. δὲ γάμου πικρὰς τελευτάς,
  8. δύσεδρος καὶ δυσόμιλος
  9. συμένα Πριαμίδαισιν,
  10. πομπᾷ Διὸς ξενίου,
  11. νυμφόκλαυτος Ἐρινύς.
Χορός
  1. παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγος
  2. τέτυκται, μέγαν τελε-
  3. σθέντα φωτὸς ὄλβον
  4. τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνῄσκειν,
  5. ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει
  6. βλαστάνειν ἀκόρεστον οἰζύν.
  7. δίχα δ᾽ ἄλλων μονόφρων εἰ-
  8. μί. τὸ δυσσεβὲς γὰρ[*](δυσσεβὲς γὰρ Pauw: γὰρ δυσσεβὲς codd.) ἔργον
  9. μετὰ μὲν πλείονα τίκτει,