Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. δίυγρα τριπάλτων πημάτων.
Χορός
  1. ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
  2. πότνιά τʼ Οἰδίπου σκιά,
  3. μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
Ἀντιγόνη
  1. σὺ τοί νιν οἶσθα διαπερῶν—
Ἰσμήνη
  1. σὺ δʼ οὐδὲν ὕστερος μαθών—
Ἀντιγόνη
  1. ἐπεὶ κατῆλθες ἐς πόλιν,
Ἰσμήνη
  1. δορός γε τῷδʼ ἀντηρέτας.
Ἀντιγόνη
  1. ὀλοὰ λέγειν.
Ἰσμήνη
  1. ὀλοὰ δʼ ὁρᾶν.
Ἀντιγόνη
  1. ἰὼ πόνος—
Ἰσμήνη
  1. ἰὼ κακά—