Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. μαίνεται γόοισι φρήν.
Ἰσμήνη
  1. ἐντὸς δὲ καρδία στένει.
Ἀντιγόνη
  1. ἰὼ ἰὼ πάνδυρτε σύ.
Ἰσμήνη
  1. σὺ δʼ αὖτε καὶ πανάθλιε.
Ἀντιγόνη
  1. πρὸς φίλου γʼ· ἔφθισο.
Ἰσμήνη
  1. καὶ φίλον ἔκτανες.
Ἀντιγόνη
  1. διπλᾶ λέγειν—
Ἰσμήνη
  1. διπλᾶ δʼ ὁρᾶν—
Ἀντιγόνη
  1. ἄχθεα τῶνδε τάδʼ ἐγγύθεν.
Ἰσμήνη
  1. πέλας ἀδελφέʼ ἀδελφεῶν.
Χορός
  1. ἰὼ Μοῖρα βαρυδότειρα μογερά,
  2. πότνιά τʼ Οἰδίπου σκιά,