Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἀραίῳ τʼ ἐκ πατρὸς
- οὐ διχόφρονι πότμῳ.
- διήκει δὲ καὶ πόλιν στόνος,
- στένουσι πύργοι,
- στένει πέδον φίλανδρον· μένει
- κτέανα δʼ ἐπιγόνοις,
- διʼ ὧν αἰνομόροις,
- διʼ ὧν νεῖκος ἔβα
- καὶ θανάτου τέλος.
- ἐμοιράσαντο δʼ ὀξυκάρδιοι
- κτήμαθʼ, ὥστʼ ἴσον λαχεῖν.
- διαλλακτῆρι δʼ οὐκ