Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τὸν ἕβδομον δὴ τόνδʼ ἐφʼ ἑβδόμαις πύλαις
- λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
- οἵας ἀρᾶται καὶ κατεύχεται τύχας·
- πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,
- ἁλώσιμον παιᾶνʼ ἐπεξιακχάσας,
- σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
- ἢ ζῶντʼ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
- φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
- τοιαῦτʼ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
- καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
- τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
- ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος