Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. δαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ
  2. δαροβίοισι θεοῖσιν,
  3. πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.
Ἄγγελος
  1. οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
  2. πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
  3. τύμβον κατʼ αὐτὸν Διογενοῦς Ἀμφίονος·
  4. ὄμνυσι δʼ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
  5. σέβειν πεποιθὼς ὀμμάτων θʼ ὑπέρτερον,
  6. ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
  7. Διός· τόδʼ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
  8. βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ·
  9. στείχει δʼ ἴουλος ἄρτι διὰ παρηίδων,