Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
- τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν
- θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
- πρόμαχος ὄρνυται· τρέμω δʼ αἱματη-
- φόρους μόρους ὑπὲρ φίλων
- ὀλομένων ἰδέσθαι.
- τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·
- Καπανεὺς δʼ ἐπʼ Ἠλέκτραισιν εἴληχεν πύλαις,
- γίγας ὅδʼ ἄλλος τοῦ πάρος λελεγμένου
- μείζων, ὁ κόμπος δʼ οὐ κατʼ ἄνθρωπον φρονεῖ,
- πύργοις δʼ ἀπειλεῖ δείνʼ, ἃ μὴ κραίνοι τύχη·
- θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
- καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
- ἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.
- τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
- μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·
- ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
- φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·
- χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν.
- τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,