Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. οἰκτρὸν γὰρ πόλιν ὧδʼ ὠγυγίαν
  2. Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν
  3. δουλίαν ψαφαρᾷ σποδῷ
  4. ὑπʼ ἀνδρὸς Ἀχαιοῦ θεόθεν
  5. περθομέναν ἀτίμως,
  6. τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
  7. ἒ ἔ, νέας τε καὶ παλαιὰς
  8. ἱππηδὸν πλοκάμων, περιρ-
  9. ρηγνυμένων φαρέων. βοᾷ
  10. δʼ ἐκκενουμένα πόλις,
  11. λαΐδος ὀλλυμένας μιξοθρόου·
  12. βαρείας τοι τύχας προταρβῶ.