Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. θύσειν τροπαῖα, δαΐων δʼ ἐσθήματα,
  2. στέψω λάφυρα δουρίπληχθʼ ἁγνοῖς δόμοις.
  3. στέψω πρὸ ναῶν, πολεμίων δʼ ἐσθήματα.
  4. τοιαῦτʼ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
  5. μηδʼ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·
  6. οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
  7. ἐγὼ δέ γʼ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
  8. ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
  9. εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
  10. πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
  11. λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.
Χορός
  1. μέλει, φόβῳ δʼ οὐχ ὑπνώσσει κέαρ·
  2. γείτονες δὲ καρδίας
  3. μέριμναι ζωπυροῦσι τάρβος
  4. τὸν ἀμφιτειχῆ λεών,
  5. δράκοντας ὥς τις τέκνων
  6. ὑπερδέδοικεν λεχαίων δυσευνάτορας
  7. πάντρομος πελειάς.
  8. τοὶ μὲν γὰρ ποτὶ πύργους
  9. πανδαμεὶ πανομιλεὶ