Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. λέγοις ἂν ὡς τάχιστα, καὶ τάχʼ εἴσομαι.
Ἐτεοκλής
  1. σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.
Χορός
  1. σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
Ἐτεοκλής
  1. τοῦτʼ ἀντʼ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
  2. καὶ πρός γε τούτοις, ἐκτὸς οὖσʼ ἀγαλμάτων,
  3. εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·
  4. κἀμῶν ἀκούσασʼ εὐγμάτων, ἔπειτα σὺ
  5. ὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,
  6. Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
  7. θάρσος φίλοις, λύουσα πολέμιον φόβον.
  8. ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
  9. πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,