Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
- δείσασα δʼ οἴκῳ καὶ πόλει πλέον κακόν.
- καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
- θεῖσαι διερροθήσατʼ ἄψυχον κάκην·
- τὰ τῶν θύραθεν δʼ ὡς ἄριστʼ ὀφέλλεται,
- αὐτοὶ δʼ ὑπʼ αὐτῶν ἔνδοθεν πορθούμεθα.
- τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.
- κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,
- ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,
- ψῆφος κατʼ αὐτῶν ὀλεθρία βουλεύσεται,
- λευστῆρα δήμου δʼ οὔ τι μὴ φύγῃ μόρον.
- μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,