Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.
  2. τί ῥέξεις; προδώσεις, παλαίχθων
  3. Ἄρης, τὰν τεάν;
  4. ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδʼ ἔπι-
  5. δε πόλιν ἅν ποτʼ εὐφιλήταν ἔθου.
Χορός
  1. θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς·
  2. ἴδετε παρθένων
  3. ἱκέσιον λόχον δουλοσύνας ὕπερ.
  4. κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶν
  5. καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.
  6. ἀλλʼ, ὦ Ζεῦ πάτερ παντελές,
  7. πάντως ἄρηξον δαΐων ἅλωσιν.