Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια
- ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως
- οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.
- εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·
- εἰ δʼ αὖθʼ, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,
- Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλιν
- ὑμνοῖθʼ ὑπʼ ἀστῶν φροιμίοις πολυρρόθοις
- οἰμώγμασίν θʼ, ὧν Ζεὺς ἀλεξητήριος
- ἐπώνυμος γένοιτο Καδμείων πόλει.
- ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντʼ ἔτι
- ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,
- βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,
- ὥραν τʼ ἔχονθʼ ἕκαστον ὥστε συμπρεπές,
- πόλει τʼ ἀρήγειν καὶ θεῶν ἐγχωρίων
- βωμοῖσι, τιμὰς μὴ ʼξαλειφθῆναί ποτε·
- τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·
- ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
- ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
- ἐθρέψατʼ οἰκητῆρας ἀσπιδηφόρους
- πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.