Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἰὼ μάκαρες εὔεδροι,
  2. ἀκμάζει βρετέων ἔχεσθαι: τί μέλ-
  3. λομεν ἀγάστονοι;—
  4. ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον;
  5. πέπλων καὶ στεφέων[*](στεφέων ex στεφάνων factum M) πότ᾽ εἰ μὴ νῦν ἀμ-
  6. φὶ λιτάν᾽[*](ἀμφὶ λιτάν᾽ Seidler: ἀμφίλιταν M: ἀμφὶ λιτὰν m1) ἕξομεν;—
  7. κτύπον δέδορκα: πάταγος οὐχ ἑνὸς δορός.