Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις.
Ετεοκλης
  1. τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ.
Χορος
  1. νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.
Ετεοκλης
  1. οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.
Χορος
  1. ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;
Ετεοκλης
  1. θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις[*](ἐκφύγοις M: ἐκφύγοι m1) κακά.
Χορος
  1. πέφρικα τὰν ὠλεσίοικον