Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ:
  2. εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,
  3. Ἐτεοκλέης ἂν εἷς πολὺς[*](πολὺς quod omiserat supra scr. M) κατὰ πτόλιν
  4. ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις
  5. οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος
  6. ἐπώνυμος γένοιτο Καδμείων πόλει.
  7. ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι