Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ
  2. ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,[*](Ποσειδάων μαχανᾷ Klausen: μαχανᾷ Ποσειδᾶν (vel -δῶν) codd.)
  3. ἐπίλυσιν πόνων, ἐπίλυσιν δίδου.
  4. σύ τ᾽, Ἄρης, φεῦ, φεῦ, † ἐπώνυμον Κάδμου πόλιν[*](metro caret φεῦ φεῦ, κηδείαν πόλιν ingeniose Wecklein: πόλιν Κάδμου ἐπώνυμον (φεῦ φεῦ seclusis) Dindorf)
  5. φύλαξον κήδεσαί τ᾽ ἐναργῶς.
  6. καὶ Κύπρις, ἅτ᾽ εἶ γένους προμάτωρ,
  7. ἄλευσον: σέθεν γὰρ[*](γὰρ recc.: om. M) ἐξ αἵματος