Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύς
  1. σεμνόστομός γε καὶ φρονήματος πλέως
  2. ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
  3. νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
  4. ναίειν ἀπενθῆ πέργαμʼ· οὐκ ἐκ τῶνδʼ ἐγὼ
  5. δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
  6. τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαι
  7. αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
  8. ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;