Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὡς τὸ κηδεῦσαι καθʼ ἑαυτὸν ἀριστεύει μακρῷ,
  2. καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
  3. μήτε τῶν γέννᾳ μεγαλυνομένων
  4. ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
Χορός
  1. μήποτε μήποτέ μʼ, ὦ
  2. πότνιαι Μοῖραι, λεχέων Διὸς εὐνά-
  3. τειραν ἴδοισθε πέλουσαν·
  4. μηδὲ πλαθείην γαμέτᾳ τινὶ τῶν ἐξ οὐρανοῦ.
  5. ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν