Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τόξοισι κλεινός, ὃς πόνων ἐκ τῶνδʼ ἐμὲ
- λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
- μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις·
- ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ λόγου
- εἰπεῖν, σύ τʼ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
- ἐλελεῦ ἐλελεῦ,
- ὑπό μʼ αὖ σφάκελος καὶ φρενοπληγεῖς
- μανίαι θάλπουσʼ, οἴστρου δʼ ἄρδις
- χρίει μʼ ἄπυρος·