Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς.
  2. τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω·
  3. ἄλλην δʼ ἄκουσον δυσχερῆ θεωρίαν·
  4. ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
  5. γρῦπας φύλαξαι, τόν τε μουνῶπα στρατὸν
  6. Ἀριμασπὸν ἱπποβάμονʼ, οἳ χρυσόρρυτον
  7. οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου·
  8. τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
  9. ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου