Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τί δῆτʼ ἐμοὶ ζῆν κέρδος, ἀλλʼ οὐκ ἐν τάχει
- ἔρριψʼ ἐμαυτὴν τῆσδʼ ἀπὸ στύφλου πέτρας,
- ὅπως πέδοι σκήψασα τῶν πάντων πόνων
- ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
- ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
- ἦ δυσπετῶς ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
- ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον·
- αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή·
- νῦν δʼ οὐδέν ἐστι τέρμα μοι προκείμενον