Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
- τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
- καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
- δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
- τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
- μήτοι με κρύψῃς τοῦθʼ ὅπερ μέλλω παθεῖν.
- ἀλλʼ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
- τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
- φθόνος μὲν οὐδείς, σὰς δʼ ὀκνῶ θράξαι φρένας.