Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθεύς
  1. οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορός
  1. τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
Προμηθεύς
  1. τοῦτʼ οὐκέτʼ ἂν πύθοιο μηδὲ λιπάρει.
Χορός
  1. ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
Προμηθεύς
  1. ἄλλου λόγου μέμνησθε, τόνδε δʼ οὐδαμῶς
  2. καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
  3. ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ
  4. δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.