Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πέπονθας αἰκὲς πῆμʼ· ἀποσφαλεὶς φρενῶν
  2. πλανᾷ, κακὸς δʼ ἰατρὸς ὥς τις ἐς νόσον
  3. πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
  4. εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
Προμηθεύς
  1. τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
  2. οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
  3. τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
  4. οὐκ ἦν ἀλέξημʼ οὐδέν, οὔτε βρώσιμον,
  5. οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων