Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἦν δʼ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
- οὔτʼ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
- θέρους βέβαιον, ἀλλʼ ἄτερ γνώμης τὸ πᾶν
- ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
- ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
- καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
- ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
- μνήμην ἁπάντων, μουσομήτορʼ ἐργάνην.
- κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα