Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. μή τοι χλιδῇ δοκεῖτε μηδʼ αὐθαδίᾳ
  2. σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,
  3. ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
  4. καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
  5. τίς ἄλλος ἢ ʼγὼ παντελῶς διώρισεν;
  6. ἀλλʼ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν
  7. ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα
  8. ἀκούσαθʼ, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
  9. ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.