Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
- οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
- ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
- ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
- καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
- ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
- ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
- μόχθον περισσὸν κουφόνουν τʼ εὐηθίαν.
- ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
- κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
- ἐμὸν δοκήσει τἀμπλάκημʼ εἶναι τόδε.
- σαφῶς μʼ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
- μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
- ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
- τούτου φυλάσσου μή ποτʼ ἀχθεσθῇ κέαρ.
- ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
- στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.