Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἀλλʼ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·
  2. ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδʼ εἵνεκα
  3. θέλοιμʼ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
  4. οὐ δῆτʼ ἐπεί με καὶ κασιγνήτου τύχαι
  5. τείρουσʼ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
  6. ἕστηκε κίονʼ οὐρανοῦ τε καὶ χθονὸς
  7. ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
  8. τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
  9. ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας