Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
  2. ἀκούσαθʼ, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
  3. πίθεσθέ μοι πίθεσθε, συμπονήσατε
  4. τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη
  5. πρὸς ἄλλοτʼ ἄλλον πημονὴ προσιζάνει.
Χορός
  1. οὐκ ἀκούσαις ἐπεθώυξας
  2. τοῦτο, Προμηθεῦ.
  3. καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
  4. θᾶκον προλιποῦσʼ, αἰθέρα θʼ ἁγνὸν