Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. νῦν δʼ αἰθέριον κίνυγμʼ ὁ τάλας
  2. ἐχθροῖς ἐπίχαρτα πέπονθα.
Χορός
  1. τίς ὧδε τλησικάρδιος
  2. θεῶν, ὅτῳ τάδʼ ἐπιχαρῆ;
  3. τίς οὐ ξυνασχαλᾷ κακοῖς
  4. τεοῖσι, δίχα γε Διός; ὁ δʼ ἐπικότως ἀεὶ
  5. θέμενος ἄγναμπτον νόον
  6. δάμναται Οὐρανίαν
  7. γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ