Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὁδούς, Προμηθεῦ, προσβάλῃς: ὁρᾷς δ᾽ ὅτι
- Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
- σεμνόστομός γε καὶ φρονήματος πλέως
- ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
- νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
- ναίειν ἀπενθῆ πέργαμ᾽: οὐκ ἐκ τῶνδ᾽ ἐγὼ
- δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
- τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι
- αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ